Πάτερ Θεόφιλος: Παρακλητικός κανών αγίας Μαρίας της Μαγδαληνής

αναρτήθηκε σε: ΠΑΡΑΚΛΗΣΕΙΣ | 2

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ το πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα προς Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν  ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὴν ἰσαπόστολον σεπτὴν Μυροφόρον, καὶ τὴν μαθήτριαν Χριστοῦ τοῦ Σωτῆρος, θεραπευτὴν πανάριστον τῶν νόσων ἐν ᾠδαῖς, ἅπαντες τιμήσωμεν, πρὸς αὐτὴν ἐκβοῶντες· πρόφθασον καὶ λύτρωσαι, σοὺς  ἱκέτας ἐκ βλάβης, τῆς ἐνεστώσης ἵνα σε ἀεί, ὡς εὐεργέτιν Μαρία γεραίρομεν.

Δόξα.

Οἱ τῇ σορῷ τῆς Μυροφόρου προστρέχοντες, χειρὸς αὐτῆς πανευλαβῶς μετὰ πίστεως, δεῦτε ἐκ πόθου ταύτην ἀνυμνήσωμεν, πρὸς αὐτὴν κραυγάζοντες, ἐκ βαθέων καρδίας· Μαρία πανένδοξε, τοὺς σὲ νῦν προσκαλοῦντας, ἀπὸ παντοίων λύτρωσαι δεινῶν, ἐπιφορᾶς τε καὶ πάσης κακώσεως.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).

Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ. ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διαπαντός. σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῆς ἐν τοὶς λόγοις σου, καὶ νικήσης ἐν τῷ κρίνεσθε σέ. ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίες ἐκίσσησε μὲ ἡ μήτηρ μου. ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια της σοφίας σου ἐδήλωσας μοί. ραντιεῖς μὲ ὑσσώπω, καὶ καθαρισθήσομαι. πλυνεῖς μέ, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς μοὶ ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τᾶς ἀνομίας μου ἐξάλειψον. καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοὶς ἐγκάτοις μου. μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλης ἀπ’ ἐμοῦ. ἀπόδος μοὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἠγεμονικῶ στήριξον μέ. διδάξω ἀνόμους τᾶς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. ρύσαι μὲ ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου. ἀγαλλιάσεται ἡ γλώσσα μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. ἀγάθυνον, Κύριε, ἐν τὴ εὐδοκία σου τὴν Σιῶν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.Εἶτα ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Πολλοῖς συνεχόμενοι πειρασμοῖς, καὶ σοὶ προσδραμόντες, Μυροφόρε Μαγδαληνή, δεόμεθα πάσης ἐπηρείας, σαῖς προστασίαις καὶ νόσου διάσωσον.

Ἡ πάντιμος χείρ σου Μαγδαληνή, παρέχει ἰάσεις τοῖς νοσοῦσι καὶ πυρετοῖς, τοὺς συνεχομένους διασώζει, καὶ ἐκδιώκει δαιμόνων τὴν μάστιγα.

 

Νοσοῦντες τὸ σῶμα καὶ τὴν ψυχήν, παθῶν καχεξία, σοῦ προστρέχομεν τῇ σορῷ, ἴασιν αἰτοῦντες ταῖς εὐχαῖς σου, ἀπολαβεῖν καὶ πταισμάτων συγχώρησιν.

Θεοτοκίον.

Μαρίαν μαθήτριαν τοῦ Χριστοῦ, καὶ τὴν Θεοτόκον ἀνυμνοῦμεν οἱ εὐσεβεῖς, νόσων θεραπείαν ἐξαιτοῦντες, ἀπολαβεῖν καὶ δεινῶν ἀπολύτρωσιν.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Μυροφόρε Μαρία τὰ τῆς ψυχῆς ἴασαι, πάθη καὶ τοῦ σώματος δέομαι ταῖς πρεσβείαις σου, ὅπως γεραίρω σε, καὶ ἐκτελῶ σου τὴν μνήμην, πόθῳ θεοδόξαστε καὶ ἰσαπόστολε.

 

Εὐμενῆ σε προστάτιν πρὸς τὸν Θεὸν ἔνδοξε, πάντες προβαλλόμεθα πίστει Μαρία πάνσεμνε, καθικετεύοντες, ὡς Μυροφόρων σε πρώτην, λυτρωθῆναι ἅπαντας τῇ προστασίᾳ σου.

 

Εὐπροσδέκτοις εὐχαῖς σου Μαγδαληνὴ ἴασαι, νόσους τε καὶ πάθη ποικίλα καὶ πᾶσαν κάκωσιν, χειρὸς προσπτύξει σου, τῆς πανευόσμου Μαρία, ἣν Θεὸς ἐδόξασε παντοίοις θαύμασι.

Θεοτοκίον.

Παναγία Παρθένε ἡ τὸν Θεὸν τέξασα, ῥῦσαι πάσης θλίψεως βλάβης τε τοὺς προστρέχοντας, καὶ ἀνυμνοῦντάς Σε, σὺν Μυροφόρῳ καὶ σῶζε, πάσης περιστάσεως μόνη πανύμνητε.

 

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Μυροφόρε, ὅτι σὲ ἐν πειρασμοῖς προβαλλόμεθα ἔνδοξε, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.

 

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν….

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβείαν τὴν σὴν ὡς ὅπλον ἀπροσμάχητον, πλουτοῦμεν ἀεὶ καὶ πίστει ἐκβοῶμέν σοι· Μυροφόρε πάνσεμνε, Μαγδαληνὴ Μαρία πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ταῖς θείαις πρὸς Κύριον πρεσβείαις σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ὑπὲρ φύσιν χαρίσμασιν, ὡραϊζομένη χείρ σου ἡ πάντιμος, Μυροφόρε ἰσαπόστολε, θεραπεύει νόσους τῶν τιμώντων σε.

 

Ἀρυόμενοι πάντοτε, τὴν ἐκ τῆς σοροῦ χειρός σου χάριν ἀέναον, ὦ Μαρία εὐφημοῦμέν σε, καὶ τὸν σὲ δοξάσαντα γεραίρομεν.

 

Νοσημάτων θεράπευσον, πληθὺν τὴν ἡμῶν Μαρία δεόμεθα, διπλὴν ἴασιν βραβεύουσα, τῆς ψυχῆς ὁμοῦ τε καὶ τοῦ σώματος.

Θεοτοκίον.

Τῆς Μητρός Σου δεήσεσι, καὶ ἰσαποστόλου Μαρίας Κύριε· Σοῖς ἱκέταις δὸς συγχώρησιν, τῶν

πλημμελημάτων ὡς φιλάνθρωπος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Χεῖρά σου σεπτήν, Μυροφόρε ἀσπαζόμεθα, τὴν προσψαύσασαν τοὺς πόδας τοῦ Χριστοῦ, ἣν προσκυνοῦντες, πάσης νόσου ἐκλυτρούμεθα.

 

Ἔμπλησον ἡμῶν, τὰς ψυχὰς Μαρία χάριτος, τῇ προσπτύξει τῆς σεπτῆς σου χειρός, καὶ τὰς νόσους πάσας ἡμῶν ἴασαι.

 

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων τε καὶ θλίψεων, καὶ αἰωνίας τυχεῖν ἀξίωσον, τοῦ παραδείσου τῆς τρυφῆς Μαρία ἔνδοξε.

Θεοτοκίον.

Μόνην πρὸς Θεόν, προστασίαν Σὲ κεκτήμεθα, οἱ Σοὶ ἱκέται Θεομῆτορ ἁγνή, Ὃν Σαῖς πρεσβείαις ἐξιλέωσαι δεόμεθα.

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ἐδόθη σοι, τῶν θαυμάτων δύναμις, καὶ ἡ χάρις τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν ἀσθενῶν, Μυροφόρε ὀξέως· ὅθεν τελεῖς καθ’ ἑκάστην τοῖς κάμνουσι, θαυμάσια παντοδαπά, καὶ ἰάσεις Μαρία πανένδοξε.

 

Μὴ παύσῃ, ὑπὲρ ἡμῶν πρεσβεύουσα, περισκέπουσα ἀεὶ καὶ φρουροῦσα, ὅτι πρὸς σέ, Μυροφόρε Μαρία, διὰ παντὸς ἀφορῶμεν οἱ δοῦλοί σου, παντοίας οὖν ἐπιφορᾶς, ἀνωτέρους ἡμᾶς διαφύλαξον.

 

Ἐκ σάλου, τῆς τῶν παθῶν ὀχλήσεως, καὶ δεινῆς ἡμᾶς θεόφρον Μαρία, τῶν πονηρῶν, λογισμῶν καταιγίδος,  πρὸς γαληνὸν ἐγκαθόρμισον ὅρμημα, ἰσχύεις γὰρ τοῦ βοηθεῖν, παῤῥησίαν ὡς σχοῦσα πρὸς Κύριον.

Θεοτοκίον.

Ὑμνοῦμέν σε, Θεομῆτορ ἄχραντε, καὶ δοξάζομεν ἀεὶ κατὰ χρέος, ὅτι βροτῶν, σωτηρία ὑπάρχεις, ἐλπὶς καὶ δόξα καὶ σκέπη καὶ καύχημα, καὶ στήριγμα τῶν εὐσεβῶς, προσκυνούντων τὴν θείαν εἰκόνα Σου

 

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Μυροφόρε, ὅτι σὲ ἐν πειρασμοῖς προβαλλόμεθα ἔνδοξε, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.

 

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν……

Κοντάκιον. Ἦχος β΄.

Προστασία τῶν χριστιανῶν.

Οἱ ποθοῦντες τῶν ἀσθενειῶν ἀναῤῥώσασθαι, τῇ σορῷ Μυροφόρου χειρὸς νῦν προσδράμωμεν, καὶ εἰκόνα τὴν αὐτῆς, προσκυνοῦντες εὐλαβῶς, μετὰ πόθου κράξωμεν αὐτῇ, ὡς λαβοῦσα χάριν ἐκ Θεοῦ, τοὺς νοσοῦντας ἰᾶσθαι, παντοίων πειρατηρίων, καὶ πικρῶν ἀλγηδόνων, θεράπευσον Μαγδαληνή, τοὺς ἐν πίστει ἀνυμνοῦντάς σε.

 

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῆς.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Μάρκον Κεφ. 16:9-20

[10]

Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς πρωῒ Πρώτῃ    Ἀναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.

 

ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ’ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ’ αὐτῆς, ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν. κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὕστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ τὴν σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται·  σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς·  ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν.

 

Ὁ μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ.  ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. ἀμήν.

Δόξα: Ταῖς τῆς Μυροφόρου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.:

Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…

Μὴ παρίδῃς δέησιν, τῶν ἀναξίων σου δούλων, Μυροφόρε ἐνδοξε, ἀλλὰ δέξαι τάχιστα, καὶ βοήθησον, θλίψεσιν ὀδύναις τε, πλείσταις προσπαλαίουσι, καὶ δαιμόνων ἐπιθέσεσι, σκέπην γὰρ ἔχομεν, σὲ καὶ προσκαλούμεθα πάνσεμνε· λύτρωσαι οὖν τοὺς δούλους σου, βλάβης ἐκ παντοίας καὶ θλίψεως, ἴασιν ἀφθόνως ψυχῶν τε καὶ σωμάτων δωρεάν, Μαρία τάχος παρέχουσα, πᾶσι τοῖς αἰτοῦσί σε.

Εἶτα ὁ Ἱερεύς,Σώσον ο θέος τον λαό σου…..

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἰσαπόστλος οὖσα Μυροφόρε Μαρία σοφὴ πανένδοξε, ἐκλύτρωσαι κινδύνων, καὶ πάσης ἐπηρείας, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Πειρασμῶν ἀνηκέστων συμφορῶν ἀδοκήτων Μαρία ἔνδοξε, μαστίγων πολυτρόπων, δεινῶν ἐπερχομένων, ῥῦσαι πάντας τοὺς ψάλλοντας· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Ψυχικὴν εὐεξίαν καὶ σωμάτων τὴν ῥῶσιν Μαρία ἔνδοξε, παράσχου τοῖς ἐν πίστει, τῷ θείῳ σου λειψάνῳ, προσιοῦσι καὶ ψάλλουσιν· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Σωμάτων ἰατῆρα καὶ ψυχῶν τὸν σωτῆρα Παρθένε τέξασα, Χριστὸν σὺν Μυροφόρῳ, Μαρίᾳ ἐκδυσώπει, διασῶσαι τοὺς ψάλλοντας· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Τοὺς τὴν σὴν χεῖρα, πανευλαβῶς προσκυνοῦντας, ἐκ παντοίων φύλαττε κινδύνων, καὶ πληγῆς ἁπάσης, Μαρία Μυροφόρε.

 

Τῆς τῶν δαιμόνων, πανωλεθρίου μανίας, καὶ ἀνδρῶν ἐχθίστων ἀπονοίας, πρόφθασον καὶ ῥῦσαι, Μαρία σοὺς ἱκέτας.

 

Τῶν ἰαμάτων, ἡ σορὸς τῆς χειρός σου, θεία κρήνη ἐδείχθη Μυροφόρε, τοῖς ἀσπαζομένοις, αὐτὴν πίστει καὶ πόθῳ.

Θεοτοκίον.

Τοὺς πεποιθότας, ἀνενδοιάστως Παρθένε, τῇ πανσωστικῇ Σου προστασίᾳ, ἀνεπηρεάστους, συντήρησον καὶ σῶσον.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Τοὺς πίστει προσκυνοῦντας, τὴν σορὸν χειρός σου, καὶ ἐμφερείας τὸ θεῖον ἐκτύπωμα, σκέπε καὶ φρούρει Μαρία, Χριστοῦ μαθήτρια.

 

Σορὸς σεπτῆς χειρός σου, ἰατρεῖον πέλει, πνευματικόν· διὸ ταύτῃ προστρέχοντες, παθῶν καὶ νόσων παντοίων, ἀπολυτρούμεθα.

 

Μὴ παύσῃ συντηροῦσα, ταύτην σου τὴν ποίμνην σου, ἐκ πολυπλόκων σκανδάλων τοῦ ὄφεως, καὶ ἐξ ἀνθρώπων ἀδίκων, Μαρία ἔνδοξε.

Θεοτοκίον.

Τὴν ὄντως Θεοτόκον, πάντες Σὲ τιμῶμεν, καὶ τοῦ Ἀγγέλου τὸ χαῖρε Σοὶ κράζομεν· ὡς διὰ Σοῦ σωτηρίας, τυχόντες Δέσποινα.

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

 

Χαίροις ὦ μαθήτρια τοῦ Χριστοῦ, χαίροις Μυροφόρων, κορυφαία Μαγδαληνή, πρώτη κατιδοῦσα, Ἀνάστασιν Κυρίου, καὶ ταύτην Ἀποστόλοις, πρώτη μηνύσασα.

 

Χαίροις ἰσαπόστολε τοῦ Χριστοῦ, χαίροις ὦ Μαρία, Μυροφόρων ἡ καλλονή, χαίροις ἡ τὸ χαῖρε, μετὰ τῆς Θεοτόκου, φαιδρῶς ἐνωτισθεῖσα, τῇ Ἀναστάσει Αὐτοῦ.

 

Ὤρθρισας τῷ τάφῳ τοῦ Ἰησοῦ, ἐπέστης σὺν μύροις, Μυροφόρε πρώτη· διό, ἐκλήθης καὶ μύσταις, τὴν ἔγερσιν Κυρίου, Μαγδαληνὴ Μαρία, χαίρουσα ἔφησας.

 

Τοὺς ἀσπαζομένους εὐλαβῶς, τὴν σεπτήν σου χεῖρα, τὴν μυρίσασαν τὸ Χριστοῦ, σῶμα Μυροφόρε, διάσωζε ἐκ βλάβης, καὶ πάσης ἐπηρείας, νόσων καὶ θλίψεων.

 

Ἔῤῥανε τὸν τάφον Μαγδαληνή, ἡ ἁγία χείρ σου, πανευώδη μύρα τερπνά, Χριστοῦ τοῦ Σωτῆρος, ῥανάτω  σου τὴν χάριν, καὶ ἐφ’ ἡμᾶς τοὺς πόθῳ, ἀσπαζομένους αὐτήν.

 

Τῆς Χριστοῦ ἐγέρσεως θεωρόν, πρώτην καὶ Ἀγγέλων, ἐπακούσασαν τῆς φωνῆς, καὶ τῶν Ἀποστόλων, Ἀπόστολον ὀφθεῖσαν, Μαγδαληνὴν ἐν ὕμνοις, ἀνευφημήσωμεν.

 

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

 

Δόξα Πατρί…

 

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μη ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

 

Καί νῦν…

 

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή  ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’.

Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας, τοὺς τὴν θείαν καὶ σεπτήν, σοῦ ἀσπαζομένους εἰκόνα, καὶ τὴν σορὸν τῆς χειρός, πάσης ἀπολύτρωσαι, ὀργῆς καὶ θλίψεως, Μυροφόρε πανένδοξε, καὶ πάσης ἀνάγκης, ἡμᾶς νῦν ἀπάλλαξον, Χριστοῦ μαθήτρια, ὅπως ταῖς πρεσβείαις σου πάντες, πάντοτε σωζόμενοι πόθῳ, τὸ σεπτόν σου ὄνομα γεραίρομεν.

 

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

ΤΑ ΔΙΚΤΥΑ ΜΑΣ
ΕΑΝ ΤΟ ΒΡΗΚΕΣ ΕΝΔΙΑΦΕΡΟΝ ΚΟΙΝΟΠΟΙΗΣΕΤΟ

ΑΦΗΣΤΕ ΤΟ ΣΧΟΛΙΟ ΣΑΣ. ΑΥΤΟ ΘΑ ΒΟΗΘΗΣΕΙ